Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.375 Joseph. BJ 5.382 (English) >>Joseph. BJ 5.388

5.380τί οὖν ταύτης ἀνὴρ Ἁβραάμ, προπάτωρ δὲ ἡμέτερος; ἆρα τὸν ὑβριστὴν ἠμύνατο τοῖς ὅπλοις, καίτοι ὀκτωκαίδεκα μὲν καὶ τριακοσίους ὑπάρχους ἔχων, δύναμιν δὲ ἐφʼ ἑκάστῳ τούτων ἄπειρον; αὐτοὺς μὲν ἐρημίαν ἡγήσατο μὴ συμπαρόντος θεοῦ, καθαρὰς δʼ ἀνατείνας τὰς χεῖρας εἰς ὃν νῦν ἐμιάνατε χῶρον ὑμεῖς τὸν ἀνίκητον αὐτῷ βοηθὸν ἐστρατολόγησεν; 5.381οὐ

-- --

μετὰ μίαν ἑσπέραν ἄχραντος μὲν βασίλισσα ἀνεπέμφθη πρὸς τὸν ἄνδρα, προσκυνῶν δὲ τὸν ὑφʼ ὑμῶν αἱμαχθέντα χῶρον ὁμοφύλῳ φόνῳ καὶ τρέμων ἀπὸ τῶν ἐν νυκτὶ φαντασμάτων ἔφευγεν Αἰγύπτιος, ἀργύρῳ δὲ καὶ χρυσῷ τοὺς θεοφιλεῖς Ἑβραίους ἐδωρεῖτο; 5.382εἴπω τὴν εἰς Αἴγυπτον μετοικίαν τῶν πατέρων; οὐ τυραννούμενοι καὶ βασιλεῦσιν ἀλλοφύλοις ὑποπεπτωκότες τετρακοσίοις ἔτεσι παρὸν ὅπλοις ἀμύνεσθαι καὶ χερσὶ σφᾶς αὐτοὺς ἐπέτρεψαν τῷ θεῷ; 5.383τίς οὐκ οἶδεν τὴν παντὸς θηρίου καταπλησθεῖσαν Αἴγυπτον καὶ πάσῃ φθαρεῖσαν νόσῳ, τὴν ἄκαρπον γῆν, τὸν ἐπιλείποντα Νεῖλον, τὰς ἐπαλλήλους δέκα πληγάς, τοὺς διὰ ταῦτα μετὰ φρουρᾶς προπεμπομένους πατέρας ἡμῶν ἀναιμάκτους ἀκινδύνους, οὓς θεὸς αὑτῷ νεωκόρους ἦγεν; 5.384ἀλλὰ τὴν ὑπὸ Σύρων ἁρπαγεῖσαν ἁγίαν ἡμῖν λάρνακα οὐκ ἐστέναξε μὲν Παλαιστίνη καὶ Δαγὼν τὸ ξόανον, ἐστέναξε δὲ πᾶν τὸ τῶν ἁρπασαμένων ἔθνος,



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.375 Joseph. BJ 5.382 (English) >>Joseph. BJ 5.388

Powered by PhiloLogic